Texte d'étude : Sophocle, Prologue d' "Œdipe-Roi"
Prenons connaissance du texte dans son ensemble.
La réplique d'Œdipe (v. 1-13) :
Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ´ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι ;
Πόλις δ´ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ´ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ´ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
Ἀλλ´, ὦ γεραιέ, φράζ´, ἐπεὶ πρέπων ἔφυς
πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες ; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
La tirade du prêtre (v. 14-51) :
{ΙΕΡΕΥΣ}
Ἀλλ´, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
ὁρᾷς μὲν ἡμᾶς [ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς], οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ´ ᾐθέων
λεκτοί· τὸ δ´ ἄλλο φῦλον ἐξεστεμμένον
ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ´ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
Πόλις γάρ, (ὥσπερ καὐτὸς εἰσορᾷς), ἄγαν
ἤδη σαλεύει, κἀνακουφίσαι κάρα
βυθῶν ἔτ´ οὐχ οἵα τε φοινίου σάλου,
φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ´ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ´ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
[ὑφ´ οὗ κενοῦται δῶμα Καδμεῖον], μέλας δ´
Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
Θεοῖσι μέν νυν οὐκ ἰσούμενός ς´ ἐγὼ
οὐδ´ οἵδε παῖδες ἑζόμεσθ´ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,
ὅς γ´ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν (ὃν παρείχομεν),
καὶ ταῦθ´ ὑφ´ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ´ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ´ ἡμὶν ὀρθῶσαι βίον.
Νῦν τ´, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν´ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ´ ἀπ´ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ἴθ´, ὦ βροτῶν ἄριστ´, ἀνόρθωσον πόλιν·
ἴθ´, εὐλαβήθηθ´· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
στάντες τ´ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ´ ἀσφαλείᾳ τήνδ´ ἀνόρθωσον πόλιν.